TLG 0296 001 :: CARMINA CONVIVIALIA (PMG) :: Fragmenta

CARMINA CONVIVIALIA (PMG) Lyr.
(Varia)

Fragmenta

Source: Page, D.L. (ed.), Poetae melici Graeci. Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 472–482.

frr. 1–31, 33–34

Citation: Fragment — (line)

1

Παλλὰς Τριτογένει’ ἄνασς’ Ἀθηνᾶ, ὄρθου τήνδε πόλιν τε καὶ πολίτας ἄτερ ἀλγέων τε καὶ στάσεων καὶ θανάτων ἀώρων, σύ τε καὶ πατήρ.

2

Πλούτου μητέρ’ Ὀλυμπίαν ἀείδω Δήμητρα στεφανηφόροις ἐν ὥραις σέ τε παῖ Διὸς Φερσεφόνη· χαίρετον, εὖ δὲ τάνδ’ ἀμφέπετον πόλιν.

3

ἐν Δήλωι ποτ’ ἔτικτε τέκνα Λατώ, Φοῖβον χρυσοκόμαν ἄνακτ’ Ἀπόλλω ἐλαφηβόλον τ’ ἀγροτέραν Ἄρτεμιν, ἃ γυναικῶν μέγ’ ἔχει κράτος.

4

ὦ Πὰν Ἀρκαδίας μεδέων κλεεννᾶς, ὀρχηστὰ βρομίαις ὀπαδὲ Νύμφαις, γελάσειας ὦ Πὰν ἐπ’ ἐμαῖς
†εὐφροσύναις ταῖσδ’ ἀοιδαῖς αοιδε† κεχαρημένος.472

5

ἐνικήσαμεν ὡς ἐβουλόμεσθα καὶ νίκην ἔδοσαν θεοὶ φέροντες παρὰ Πανδρόσου †ὡς φίλην Ἀθηνᾶν.†

6

εἴθ’ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος τὸ στῆθος διελόντ’, ἔπειτα τὸν νοῦν ἐσιδόντα, κλείσαντα πάλιν, ἄνδρα φίλον νομίζειν ἀδόλωι φρενί.

7

ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῶι, δεύτερον δὲ καλὸν φυὰν γενέσθαι, τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως,
καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.473

8

〈⏓–⏑〉 ἐκ γῆς χρὴ κατίδην πλόον εἴ τις δύναιτο καὶ παλάμην ἔχοι ἐπεὶ δέ κ’ ἐν πόντωι γένηται τῶι παρεόντι τρέχειν ἀνάγκη.

9

ὁ δὲ καρκίνος ὧδ’ ἔφα χαλᾶι τὸν ὄφιν λαβών· εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμ‐ μεν καὶ μὴ σκολιὰ φρονεῖν.

10

ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων ὅτε τὸν τύραννον κτανέτην
ἰσονόμους τ’ Ἀθήνας ἐποιησάτην.474

11

φίλταθ’ Ἁρμόδι’, οὔ τί πω τέθνηκας, νήσοις δ’ ἐν μακάρων σέ φασιν εἶναι, ἵνα περ ποδώκης Ἀχιλεὺς Τυδεΐδην τέ †φασι τὸν ἐσθλὸν† Διομήδεα.

12

ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων ὅτ’ Ἀθηναίης ἐν θυσίαις ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.

13

αἰεὶ σφῶιν κλέος ἔσσεται κατ’ αἶαν, φίλταθ’ Ἁρμόδιε καὶ Ἀριστόγειτον, ὅτι τὸν τύραννον κτανέτην ἰσονόμους τ’ Ἀθήνας ἐποιησάτην.

14

Ἀδμήτου λόγον ὦ ἑταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει,
τῶν δειλῶν δ’ ἀπέχου γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις.475

15

παῖ Τελαμῶνος Αἶαν αἰχμητά, λέγουσί σε ἐς Τροΐαν ἄριστον ἐλθεῖν Δαναῶν μετ’ Ἀχιλλέα.

16

τὸν Τελαμῶνα πρῶτον, Αἴαντα δὲ δεύτερον ἐς Τροΐαν λέγουσιν ἐλθεῖν Δαναῶν μετ’ Ἀχιλλέα.

17

εἴθε λύρα καλὴ γενοίμην ἐλεφαντίνη καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν.

18

εἴθ’ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον
καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.476

19

σύν μοι πῖνε συνήβα συνέρα συστεφανηφόρει, σύν μοι μαινομένωι μαίνεο, σὺν σώφρονι σωφρόνει.

20

ὑπὸ παντὶ λίθωι σκορπίος ὦ ἑταῖρ’ ὑποδύεται. φράζευ μή σε βάληι· τῶι δ’ ἀφανεῖ πᾶς ἕπεται δόλος.

21

ἁ ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δ’ ἔραται λαβεῖν· κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω, τὴν δ’ ἔραμαι λαβεῖν.

22

πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχους’ ἐμπεδέως ἔθος· ἐν ταὐτᾶι πυέλωι τόν τ’ ἀγαθὸν τόν τε κακὸν λόει.

23

ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ’ ἐπιλήθου,
εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.477

24

αἰαῖ Λειψύδριον προδωσέταιρον, οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας, οἳ τότ’ ἔδειξαν οἵων πατέρων ἔσαν.

25

ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλην ἔχει τιμὴν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατ’ ἐμὸν νόον.

26

ἐστί μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός· τούτωι γὰρ ἀρῶ, τούτωι θερίζω, τούτωι πατέω τὸν ἁδὺν οἶνον ἀπ’ ἀμπέλων,
5τούτωι δεσπότας μνοΐας κέκλημαι. τοὶ δὲ μὴ τολμῶντ’ ἔχειν δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός, πάντες γόνυ πεπτηῶτες †ἐμὸν 〈⏓–〉 κυνέοντι δεσπόταν 〈⏑⏑–⏑–〉478
10καὶ μέγαν βασιλῆα φωνέοντες.

27

οὐδὲν ἦν ἄρα τἄλλα πλὴν ὁ χρυσός.

28

οὐδεὶς πώποτ’ ἀνὴρ ἔγεντ’ Ἀθήναις479

29a

οὐκ ἔστιν ἀλωπεκίζειν οὐδ’ ἀμφοτέροισι γίγνεσθαι φίλον.

29b

χρήματα καὶ βίαν Κλειταγόραι τε κἀμοὶ μετὰ Θετταλῶν.

30

οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον† ἀλλ’ ἐρᾶν
καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδηι.480

31

Βορέας·

33

τὸ Δάτιδος μέλος481

34a

[....]α̣ι θυγάτη̣[ρ [.]π̣λ̣ε̣[.]α̣σ̣ιτα φέρων [ [.]αμοι τεμένη β̣[.........]ων[

34b

[ἐ]ν̣κέρασον Χαρίτων κρατῆ[ρ]’ ἐπι̣σ̣τ̣[ε]‐
1 φ̣έ̣α κρ[....... π]ρόπ̣ι̣[ν]ε | [λό]γον· σήμαιν’ ὅτι παρθένω̣ν ἀπε[ί]ροσ̣ι̣ πλέξομεν ὕμνοις | [τ]ὰν δορὶ †σώματι κειραμέναν Τρ[οΐ]αν
5κ̣α̣ὶ̣ [τ]ὸν παρὰ ναυσὶν ἀειμνά[σ]τοις ἁλόντα | νυκτιβάταν σ̣κοπόν.

34c

ὦ Μοῦς̣’ ἀ̣γανό̣μ̣μ̣ατε μᾶτερ συνεπίσπεο σῶν τέκνων | [..].ωι̣.[...]ωι· ἄρτι βρύουσαν ἀοιδὰν πρωτοπαγεῖ σοφίαι διαποίκιλον ἐκφέρομεν· |
5[....]ο̣ι̣ τέγξαν Ἀχελώιου δρόσ[οι·] [....] παραπροϊών, ὑφίει̣ π̣όδα, λῦ’ ἑ̣ανοῦ | π̣τέρ̣υ̣γ̣α̣ς̣, τάχος ἵεσο λεπτολίθων [......]ν̣· εὖ̣· καθόρα πέλαγος,
10παρὰ γᾶν | ἔκφευγε νότου χαλεπὰν
φοβερὰ[ν διαπο]ντοπλανῆ μα̣νίαν.482